Κυριακή 16 Ιουλίου 2017

Ἡ ὑμνολογία τῆς Ἐκκλησίας μας, ὡς μέγας καί ἀπλανής διδάσκαλος τῆς Οἰκουμένης.

Αποτέλεσμα εικόνας για αιρεσεισ

Χωρίς καμμιά συστολή -διότι  τούς αἱρετικούς (μονοφυσίτες) ὄχι μονάχα τούς θεωροῦμε πλέον ἐκκλησία, ἀλλά τούς βάζουμε καί στό Ἅγιον Βῆμα ἀπό τήν Ὡραία Πύλη (Ι.Ν. Ἁγίου Γρηγορίου Παλαμᾶ Θεσσαλονίκης)- ψάλαμε καί φέτος οἱ δυσσεβεῖς τούς ὕμνους τῆς Κυριακῆς τῶν Ἁγίων Θεοφόρων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου, οἱ ὁποῖοι Πατέρες κατεδίκασαν τήν αἵρεση τοῦ μονοφυσιτισμοῦ καί μάλιστα διά τοῦ γνωστοῦ θαύματος τῆς Ἁγίας Εὐφημίας! 

Ὡς ἁπλοί πιστοί ἀναρρωτιόμαστε:
Τελικά μέ ποιόν εἴμαστε; Μέ τούς Ἁγίους καί θεοφόρους Πατέρες μας ἤ μέ τά φερέφωνα του ΠΣΕ; Μέ τόν Χριστό ἤ μέ τόν ἐξαποδίτη;
Θά ἀναλάβει ἐπιτέλους κάποιος ἀπό τούς σεβασμιωτάτους Μητροπολίτες μας, νά μᾶς τό πεῖ καθαρά καί ξάστερα; Ἤ θά συνεχίσουν οἱ σεβαστοί μας ποιμένες, νά ἀφήνουν τόν λαό τοῦ Θεοῦ μέσα στήν σύγχυση καί στό σκοτάδι τῶν ψυχοκτόνων αἱρέσεων;


Μέ τιμή καί σεβασμό
Φώτης Μιχαήλ
Ἰατρός


ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Στι­χη­ρά τῶν Πα­τέ­ρων.

Ἦ­χος πλ. β´. Ὅ­λην ἀ­πο­θέ­με­νοι.

Στίχ. ζ´. Ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας μέ­χρι νυ­κτός, ἀ­πὸ φυ­λα­κῆς πρω­ΐ­ας ἐλ­πι­σά­τω Ἰσ­ρα­ὴλ ἐ­πὶ τὸν Κύ­ρι­ον.
Σὲ τὸν ἀ­πε­ρί­γρα­πτον, καὶ ἀ­νερ­μή­νευ­τον Λό­γον, σάρ­κα χρη­μα­τί­σαν­τα, δι᾿ ἡ­μᾶς φι­λάν­θρω­πε ἀ­νε­κή­ρυ­ξε, τὸ σε­πτὸν σύ­στη­μα, τῶν σο­φῶν Πα­τέ­ρων, Θε­ὸν τέ­λει­ον καὶ ἄν­θρω­πον, δι­πλοῦν ταῖς φύ­σε­σι, καὶ ταῖς ἐ­νερ­γεί­αις ὑ­πάρ­χον­τα, δι­πλοῦν καὶ ταῖς θε­λή­σε­σιν, ἕ­να τὸν αὐ­τὸν καθ᾿ ὑ­πό­στα­σιν· ὅ­θεν σὺν Πα­τρί τε, καὶ Πνεύ­μα­τι γι­νώ­σκον­τες Θε­όν, ἕ­να πι­στῶς προ­σκυ­νοῦ­μέν σε, τού­τους μα­κα­ρί­ζον­τες.

 
Στίχ. η´. Ὅ­τι πα­ρὰ τῷ Κυ­ρί­ῳ τὸ ἔ­λε­ος, καὶ πολ­λὴ παρ᾿ αὐ­τῷ λύ­τρω­σις, καὶ αὐ­τὸς λυ­τρώ­σε­ται τὸν Ἰσ­ρα­ὴλ ἐκ πα­σῶν τῶν ἀ­νο­μι­ῶν αὐ­τοῦ.
Πύῤ­ῥον τε καὶ Σέρ­γι­ον, καὶ τὸν Ὀ­νώ­ρι­ον ἅ­μα, Εὐ­τυ­χῆ Δι­ό­σκο­ρον, καὶ δει­νὸν Νε­στό­ρι­ον κα­τε­στρέ­ψα­τε, τῶν κρη­μνῶν ἔν­δο­ξοι, τὸ Χρι­στοῦ ποί­μνι­ον, ἑ­κα­τέ­ρων δι­α­σώ­σαν­τες, δι­πλοῦν ταῖς φύ­σε­σιν, ἕ­να τὸν Χρι­στὸν καθ᾿ ὑ­πό­στα­σιν, λαμ­πρῶς ἀ­να­κη­ρύ­ξαν­τες, μό­ναις ἐ­νερ­γεί­αις δει­κνύ­με­νον· ὃν καὶ προ­σκυ­νοῦν­τες, ὡς ἄν­θρω­πον, καὶ τέ­λει­ον Θε­όν, σὺν τῷ Πα­τρὶ καὶ τῷ Πνεύ­μα­τι, νῦν ὑ­μᾶς δο­ξά­ζο­μεν.
 
Στίχ. θ´. Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον, πάν­τα τὰ ἔ­θνη, ἐ­παι­νέ­σα­τε αὐ­τόν, πάν­τες οἱ λα­οί.
­κτι­στον ἐ­κή­ρυ­ξαν, οἱ θε­ο­φό­ροι συμ­φώ­νως, τὴν θεί­αν ἐ­νέρ­γει­αν, καὶ τὴν θεί­αν θέ­λη­σιν τοῦ πτω­χεύ­σαν­τος, τὸν ἐ­μὸν ἄν­θρω­πον, τῇ σαρ­κὶ νεί­μαν­τες, τὸ κτι­στὸν τῆς ἐ­νερ­γεί­ας τε, καὶ τῆς θε­λή­σε­ως, φύ­σε­ως φυ­γόν­τες τὴν σύγ­χυ­σιν, ἐμ­φρό­νως οἱ μα­κά­ρι­οι, ὑ­πο­στα­τι­κήν τε δι­αί­ρε­σιν· οὓς ἐν ἐ­τη­σί­οις, τι­μῶν­τες οἱ πι­στοὶ ταῖς ἑ­ορ­ταῖς, Χρι­στὸν συμ­φώ­νως δο­ξά­ζο­μεν, τὸν αὐ­τοὺς δο­ξά­σαν­τα.
Στίχ. ι´. Ὅ­τι ἐ­κρα­ται­ώ­θη τὸ ἔ­λε­ος αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς, καὶ ἡ ἀ­λή­θει­α τοῦ Κυ­ρί­ου μέ­νει εἰς τὸν αἰ­ῶ­να.
Τρι­ά­δα τὴν ἄ­κτι­στον, οἱ θε­ο­φό­ροι Πα­τέ­ρες, Θε­ὸν ἕ­να Κύ­ρι­ον, ὁ­μο­φρό­νως σή­με­ρον ἀ­νε­κή­ρυ­ξαν, τὸ ἁ­πλοῦν ἅ­πα­σι, τῆς μι­ᾶς φύ­σε­ως, κα­ταλ­λή­λως ὑ­πο­δεί­ξαν­τες, κοι­νῷ θε­λή­μα­τι, καὶ τῆς ἐ­νερ­γεί­ας ἁ­πλό­τη­τι, ἄ­ναρ­χον ἀ­τε­λεύ­τη­τον, τοῦ­τον δι­ὰ πάν­των γνω­ρί­σαν­τες· ὅ­θεν ἀ­νυ­μνοῦ­μεν, αὐ­τοὺς ὡς Ἀ­πο­στό­λων μι­μη­τάς, καὶ τὸ ἐ­κεί­νων δι­δά­ξαν­τας, πάν­τας Εὐ­αγ­γέ­λι­ον.

Δό­ξα. Ἦ­χος πλ. β´.

Τὰς μυ­στι­κὰς σή­με­ρον τοῦ Πνεύ­μα­τος σάλ­πιγ­γας, τοὺς θε­ο­φό­ρους Πα­τέ­ρας ἀ­νευ­φη­μή­σω­μεν, τοὺς με­λῳ­δή­σαν­τας ἐν μέ­σῳ τῆς Ἐ­κλη­σί­ας, μέ­λος ἐ­ναρ­μό­νι­ον θε­ο­λο­γί­ας, Τρι­ά­δα μί­αν ἀ­πα­ράλ­λα­κτον, οὐ­σί­αν τε καὶ Θε­ό­τη­τα· τοὺς κα­θαι­ρέ­τας τῆς πλά­νης, καὶ ὀρ­θο­δό­ξων προ­μά­χους, τοὺς πρε­σβεύ­ον­τας πάν­το­τε Κυ­ρί­ῳ, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

ΑΙΝΟΙ

Τῶν Πα­τέ­ρων προ­σό­μοι­α γ´ εἰς δ´.

Ἦ­χος πλ. β´. Ὅ­λην ἀ­πο­θέ­με­νοι.

Στίχ. ε´. Αἰ­νεῖ­τε αὐ­τὸν ἐν τυμ­πά­νῳ καὶ χο­ρῷ· αἰ­νεῖ­τε αὐ­τὸν ἐν χορ­δαῖς καὶ ὀρ­γά­νῳ.
­λην συγ­κρο­τή­σαν­τες, τὴν τῆς ψυ­χῆς ἐ­πι­στή­μην, καὶ τῷ θεί­ῳ Πνεύ­μα­τι, συν­δι­α­σκε­ψά­με­νοι τὸ μα­κά­ρι­ον, καὶ σε­πτὸν σύμ­βο­λον, οἱ σε­πτοὶ Πα­τέ­ρες, θε­ο­γρά­φως δι­ε­χά­ρα­ξαν, ἐν ᾧ σα­φέ­στα­τα, τῷ Γε­γεν­νη­κό­τι συ­νά­ναρ­χον, τὸν Λό­γον ἐκ­δι­δά­σκου­σι, καὶ πα­να­λη­θῶς ὁ­μο­ού­σι­ον, ταῖς τῶν Ἀ­πο­στό­λων, ἑ­πό­με­νοι προ­δή­λως δι­δα­χαῖς, οἱ εὐ­κλε­εῖς καὶ πα­νόλ­βι­οι, ὄν­τως καὶ θε­ό­φρο­νες.
 
Στίχ. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.
­λην εἰσ­δε­ξά­με­νοι, τὴν νο­η­τὴν λαμ­πη­δό­να, τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, τὸ ὑ­περ­φυ­έ­στα­τον χρη­σμο­λό­γη­μα, τῷ βρα­χεῖ ῥή­μα­τι, καὶ πο­λὺ συ­νέ­σει, θε­ο­πνεύ­στως ἀ­πε­φθέγ­ξαν­το, ὡς χρι­στο­κή­ρυ­κες, εὐ­αγ­γε­λι­κῶν προ­ϊ­στά­με­νοι, δογ­μά­των οἱ μα­κά­ρι­οι, καὶ τῶν εὐ­σε­βῶν πα­ρα­δό­σε­ων, ἄ­νω­θεν λα­βόν­τες, τὴν τού­των ἀ­πο­κά­λυ­ψιν σα­φῶς, καὶ φω­τι­σθέν­τες ἐ­ξέ­θεν­το, ὅ­ρον θε­ο­δί­δα­κτον.
 
Στίχ. Συ­να­γά­γε­τε αὐ­τῷ τοὺς Ὁ­σί­ους αὐ­τοῦ, τοὺς δι­α­τι­θε­μέ­νους τὴν δι­α­θή­κην αὐ­τοῦ.
­λην συλ­λε­ξά­με­νοι, ποι­μαν­τι­κὴν ἐ­πι­στή­μην, καὶ θυ­μὸν κι­νή­σαν­τες, νῦν τὸν δι­και­ό­τα­τον ἐν­δι­κώ­τα­τα, τοὺς βα­ρεῖς ἤ­λα­σαν, καὶ λοι­μώ­δεις λύ­κους, τῇ σφεν­δό­νῃ τῇ τοῦ Πνεύ­μα­τος, ἐκ­σφεν­δο­νή­σαν­τες, τοῦ τῆς Ἐκ­κλη­σί­ας πλη­ρώ­μα­τος, πε­σόν­τας ὡς πρὸς θά­να­τον, καὶ ὡς ἀ­νι­ά­τως νο­σή­σαν­τας, οἱ θεῖ­οι ποι­μέ­νες, ὡς δοῦ­λοι γνη­σι­ώ­τα­τοι Χρι­στοῦ, καὶ τοῦ ἐν­θέ­ου κη­ρύγ­μα­τος, μύ­σται ἱ­ε­ρώ­τα­τοι.

 

Δό­ξα. Ἦ­χος πλ. δ´.

Γε­ωρ­γί­ου Νι­κο­μη­δεί­ας.

Τῶν Ἁ­γί­ων Πα­τέ­ρων ὁ χο­ρός, ἐκ τῶν τῆς οἰ­κου­μέ­νης πε­ρά­των συν­δρα­μών, Πα­τρὸς καὶ Υἱ­οῦ καὶ Πνεύ­μα­τος Ἁ­γί­ου, μί­αν οὐ­σί­αν, ἐ­δογ­μά­τι­σε καὶ φύ­σιν, καὶ τὸ μυ­στή­ρι­ον τῆς θε­ο­λο­γί­ας, τρα­νῶς πα­ρέ­δω­κε τῇ Ἐκ­κλη­σί­ᾳ· οὓς εὐ­φη­μοῦν­τες ἐν πί­στει, μα­κα­ρί­σω­μεν λέ­γον­τες· Ὦ θεί­α πα­ρεμ­βο­λή, θε­η­γό­ροι ὁ­πλῖ­ται, πα­ρα­τά­ξε­ως Κυ­ρί­ου· ἀ­στέ­ρες πο­λύ­φω­τοι τοῦ νο­η­τοῦ στε­ρε­ώ­μα­τος· τῆς μυ­στι­κῆς Σι­ὼν οἱ ἀ­κα­θαί­ρε­τοι πύρ­γοι· τὰ μυ­ρί­πνο­α ἄν­θη τοῦ Πα­ρα­δεί­σου· τὰ πάγ­χρυ­σα στό­μα­τα τοῦ Λό­γου· Ἐκ­κλη­σί­ας τὸ καύ­χη­μα· οἰ­κου­μέ­νης ἀ­γλά­ϊ­σμα· ἐ­κτε­νῶς πρε­σβεύ­σα­τε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.