«Αἱρετικός ἐστιν ὁ ποιμήν; Λύκος ἐστί· φυγεῖν ἐξ αὐτοῦ καί ἀποπηδᾶν δεήσει, μηδ’ ἀπατηθῆναι προσελθεῖν, κἄν ἥμερον περισαίειν δοκῇ· φύγε τήν κοινωνίαν αὐτοῦ καί τήν πρός αὐτόν ὁμιλίαν ὡς ἰόν ὄφεως· …φεύγειν οὖν παντί σθένει διά ταῦτα προσήκει τούς τοιούτους» ( Μεγας Φωτιος, ΕΠΕ 12, 400,31).
«Φύγωμεν οὖν τοὺς τὰς πατρικάς ἐξηγήσεις μή παραδεχομένους ἀλλά παρ’ ἑαυτῶν πειρωμένους εἰσάγειν τά ἐναντία· …καί φύγωμεν μᾶλλον ἤ φεύγει τις ἀπό ὄφεως. Ὁ μέν γάρ ἐνδακών τό σῶμα θανατοῖ πρόσκαιρα, τῆς ἀθανάτου ψυχῆς χωρίσας· οἱ δέ τῆς ψυχῆς αὐτῆς λαβόμενοι τοῖς ὀδοῦσι χωρίζουσιν αὐτήν τοῦ Θεοῦ, ὅπερ ἐστί θάνατος αἰώνιος τῆς ἀθανάτου ψυχῆς.
Φεύγωμεν οὖν τούς τοιούτους πάσῃ δυνάμει, καί προσφεύγωμεν τοῖς ὑποτιθεμένοις τά εὐσεβῆ καί σωτήρια, ὡς συνάδοντα ταῖς πατρικαῖς παραδόσεσι» (Αγιος Γρηγοριος ο Παλαμας, ΕΠΕ, 10,356).
- «Μηδέποτε συμφιλιάσῃς μετὰ αἱρετικῶν.
- Μὴ συμφάγῃς, μὴ συμπίῃς, μὴ συνοδοιπορήσῃς.
- Μὴ εἰσέλθῃς εἰς οἶκον αὐτῶν, μηδὲ εἰς ἐκκλησίαν· πάντα γὰρ ὅσα εἰσίν, ἀκάθαρτα εἰσίν, καθὼς λέγει ὁ Παῦλος, ὅτι τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις.
- Ἀσφαλίζου οὖν τὴν ψυχήν σου, ἀγαπητέ.
- Μὴ συμφιλιάζῃς αἱρετικοῖς, ἵνα μὴ συγκοινωνήσῃς τῇ κοινωνίᾳ αὐτῶν· ὅτι γάρ, καθὼς εἶπεν ὁ Κύριος, οὐκ ἔχουσιν ἄφεσιν ἁμαρτιῶν, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι· δηλον ότι οὐδὲ οἱ συμμιαινόμενοι αὐτοῖς· ἕκαστος γὰρ θερίσει ὃ ἔσπειρε».(Ἐφραὶμ τοῦ Σύρου, Περὶ μετανοίας καὶ κατανύξεως, l. 29-36).
«Καί πῶς ταῦτα ἀνέξεται ὀρθοδόξου ψυχή, καί οὐκ ἀποστήσεται τῆς κοινωνίας τῶν μνημονευσάντων αὐτίκα, καί ὡς καπηλεύσαντας τά θεῖα τούτους ἡγήσεται; …
Πλήν ὅτι μολυσμόν ἔχει ἡ κοινωνία, ἐκ μόνου τοῦ ἀναφέρειν αὐτόν, κἄν ὀρθόδοξος εἴη ὁ ἀναφέρων».
Πλήν ὅτι μολυσμόν ἔχει ἡ κοινωνία, ἐκ μόνου τοῦ ἀναφέρειν αὐτόν, κἄν ὀρθόδοξος εἴη ὁ ἀναφέρων».
V. Laurent-Darrouzes, Dossier Grec de l” Union de Lion, (1273-1277, p. 376-403, Paris 1976).
Oι Ἁγιορεῖτες Πατέρες οι ἐπί τοῦ Λατινόφρονος αὐτοκράτορος Μιχαήλ Παλαιολόγου Μαρτυρίσαντες.
«Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ·
…τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς.
Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ δοξόσοφοι καὶ παμπόνηροι …
Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι…, οἱ Θεὸν τὸν ἐπὶ πάντων βλασφημοῦντες καὶ τὸν Υἱὸν αὐτοῦ καταπατοῦντες καὶ τὴν διδασκαλίαν τοῦ Πνεύματος διαπτύοντες,
οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ” ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ” ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς,
οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες…
Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι “Οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος”.
Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντελείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι “Ἆρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;”.
Καί· “Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, καὶ ἐλεύσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα ἐν τῷ οὐρανῷ, ὥστε εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς ἀπατῆσαι”. …
Καὶ γὰρ καὶ ἡμεῖς, διερχόμενοι τὰ ἔθνη καὶ ἐπιστηρίζοντες τὰς Ἐκκλησίας, τοὺς μὲν ἐν πολλῇ νουθεσίᾳ καὶ λόγῳ ἰατικῷ ὑγιάσαντες ἐπανηγάγομεν μέλλοντας ὅσον οὐδέπω θνήσκειν ἀπάτῃ, τοὺς δὲ ἀνιάτως ἔχοντας ἐξεβάλομεν τῆς ποίμνης, ἵνα μὴ ψωραλέας νόσου μεταδῶσιν καὶ τοῖς ὑγιαίνουσιν ἀρνίοις, ἀλλὰ καθαρὰ καὶ ἄχραντα, ὑγιῆ καὶ ἄσπιλα διαμείνῃ Κυρίῳ τῷ Θεῷ».
Αγιου Θεοδωρου Στουδιτου P.G. 160, 1097AB, 105C.