μήνυμα

μήνυμα

Τετάρτη, 11 Ιουλίου 2018

ΕΟΡΤΗ ΑΓΙΑΣ ΕΥΦΗΜΙΑΣ ΤΗΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ.

Αποτέλεσμα εικόνας για ΑΓΙΑ ΕΥΦΗΜΙΑ
 
ΑΠΟ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ.
 
Ἀπολυτίκιον  Ἦχος γ΄
Θείας πίστεως
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
 
ΚΑΘΙΣΜΑΤΑ
 
Μετὰ τὴν β’ Στιχολογίαν
 Ἦχος δ’
ὁ α’ χορὸς
Κατεπλάγη Ἰωσὴφ
Κατῃσχύνθησαν αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς, ὅτε ἑώρων ποσί σου κατεῤῥιμμένον, τὸν τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις σου χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων, καὶ κράζοντα, Χριστὸς ἐτέχθη, διπλοῦς τῇ φύσει, διπλοῦς δὲ καὶ ταῖς θελήσεσι.
 
Μετὰ τὸν Πολυέλεον
 Ἦχος πλ. δ’
ὁ α’ χορὸς  
Τὸ προσταχθὲν μυστικῶς
 
Ἐν τῇ εὐσήμῳ ἑορτῇ τῆς Πανευφήμου, μετ’ ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος, εὐφημήσωμεν πόθῳ Χριστοῦ τὴν παρθένον, δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν, προστάτις, καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὑμνοῦντες δοξάζομεν.
 
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
ὁ α’ χορὸς
χος γ’
Ἐπεσκέψατο ἡμᾶς
 
Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις, διὸ εὐφημοῦμέν σε.
 
ΑΙΝΟΙ
Χαίροις ἀσκητικῶν ἀληθῶς
 
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι’ ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος, Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμω, τὸ μέγα ἔλεος.
 
ρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας, ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ Ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον, διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος.