Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε…
του Νεκτάριου Δαπέργολα
Πόρνης
ἐπεθύμει ὁ Θεός; Ναί, πόρνης· τῆς φύσεως τῆς ἡμετέρας λέγω…Καὶ ἄνθρωπος μέν,
ἐὰν ἐπιθυμήσῃ πόρνης καταδικάζεται, Θεός δὲ πόρνης ἐπιθυμεῖ; Καὶ πάνυ. Πάλιν
ἄνθρωπος ἐπιθυμεῖ πόρνης, ἵνα γένηται πόρνος· Θεὸς δὲ ἐπιθυμεῖ πόρνης, ἵνα τὴν
πόρνην παρθένον ἐργάσηται…Καὶ τί; Ἵνα γένηται νυμφίος. Τί ποιεῖ; Οὐ πέμπει πρὸς
αὐτὴν οὐδένα τῶν δούλων, οὐ πέμπει ἀρχάγγελον, οὐ πέμπει τὰ Χερουβίμ, οὐ πέμπει
τὰ Σεραφίμ· ἀλλ᾿ αὐτὸς παραγίνεται ὁ ἐρῶν…
Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀναγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω…Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται…Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην. Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος…
Ἐπεθύμησε πόρνης· καὶ τί ποιεῖ; Οὐκ ἀνάγει αὐτὴν ἄνω· οὐ γὰρ ἐβούλετο πόρνην εἰς τὸν οὐρανὸν ἀναγαγεῖν, ἀλλὰ καταβαίνει αὐτὸς κάτω…Πρὸς τὴν πόρνην ἔρχεται καὶ οὐκ αἰσχύνεται…Καὶ πῶς ἔρχεται; Οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ γίνεται, ὅπερ ἦν ἡ πόρνη, οὐ τῇ γνώμῃ, ἀλλὰ τῇ φύσει γίνεται τοῦτο, ἵνα μὴ ἰδοῦσα αὐτὸν πτοηθῇ, ἵνα μὴ ἀποπηδήσῃ, ἵνα μὴ φύγῃ. Εὑρίσκει αὐτὴν ἐλκῶν γέμουσαν, ἐκτεθηριωμένην, ὑπὸ δαιμόνων πεφορτισμένην. Ἔρχεται πρὸς τὴν πόρνην καὶ γίνεται ἄνθρωπος…
(Ἰωάννης Χρυσόστομος, «Ὅτε τῆς
ἐκκλησίας ἔξω εὑρεθεὶς Εὐτρόπιος ἀπεσπάσθη»)
Ἀναπεσὼν ἐκοιμήθη
ὡς λέων καὶ ὡς σκύμνος . τίς ἐγερεῖ αὐτόν;
(Γεν. μθ΄ 9)
Ὁ Ἅδης ἐπικράνθη συναντήσας σοι κάτω.
Ἐπικράνθη . καὶ γὰρ κατηργήθη. Ἐπικράνθη . καὶ γὰρ
ἐνεπαίχθη. Ἐπικράνθη . καὶ γὰρ καθῃρέθη. Ἔλαβε σῶμα καὶ
Θεὸν περιέτυχεν. Ἔλαβεν γῆν καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν ὅπερ ἔβλεπε καὶ
πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, Ἅδη, τὸ νίκος;
Ἀνέστη Χριστὸς . καὶ σὺ καταβέβλησαι. Ἀνέστη
Χριστὸς . καὶ πεπτώκασι δαίμονες. Ἀνέστη
Χριστὸς . καὶ νεκρὸς οὐδεὶς ἐν τῷ μνήματι…
(Ἰωάννης Χρυσόστομος, «Κατηχητικός Λόγος»)
Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὄτε ἐνεὸν κατέστη τὸ τλησίπνουν γένος. Τὸ νεύσαν πρὸς γεώδη
καὶ χαμαιτυπίαν ἐνδεδυμένον ποτέ, τὸ τοῦ θανάτου κράτει δεδουλωμένον, τὸ τὴν
ζοφαλγίαν ἀγάφθεγκτον ἐν μυχοῖς συντηροῦν, τὸ ἀμφιφανεῖ φθορῆ πεπτός, τὸ τῆ
βακχείᾳ του Ἅδου πάλαι παραδοθέν, τὸ πέδαις κραταιαῖς δεδεμένον καὶ τῷ ἄλγει
πικρῶς στενάζον, τὸ ἐν τῇ σκοτίᾳ ἐξανδραποδισθὲν καὶ ἐν τῇ δουλείᾳ γοερῶς
ὀλοφυρόμενον, τὸ ζόφῳ ταῖς αὐτοῦ φρεσὶ τετρωμένον, τὸ δὲ ἔρεβος ἐν ἑαυτῷ ἐπὶ
αἰώνας αἰώνων ἐνέχον ἀγχιβαθῶς ἐπιμανέν. Τοῦ δὲ Λόγου σταυρωθέντος τε καὶ
ἀναστάντος, πῦρ καινουργέον ἐλήλυθεν. Πῦρ ἄρρητον, φαῖνον, ζέον, τῆκον,
μανικόν, ἀελίῳ ἀδήριτον. Καὶ καινουργέον ὄν, τὰ πάντα καινὰ ἐποίησεν…
Νὺξ ἀφεγγὴς ἐγεγόνει ἐκείνη καὶ φαεινῶς φαίνουσα, ὅτε ὁ ἥλιος τὰς ἀκτίνας ἀπεβάλετο, μὴ φέρων ὁρᾶν Θεὸν ὑβριζόμενον, καὶ τρόμῳ ἀπηνεῖ ἀμφιδονέοντι τὰ χθόνια ἐκλυδωνίσθη, θεωροῦντα γυμνὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ὂν ἦλθεν ἐφ’
ἡμᾶς ἔρωτι μανικῶ κινηθείς. Καὶ φρίττουσι, φρίττουσι τὰ σύμπαντα, τὴν τῶν πάντων
Αἰτίαν καθορῶντα τὰ πάντα προσειμένην, ἴνα τὴν ἐν ἡμῖν Πόρνην ἐκ βυθοῦ ἀναγάγῃ
καὶ δόξη κραταιὰ περιβαλῶν ζωώσῃ εἰς τὸν αἰώνα. Ὅτι ὑπὸ τοῖς ἄστροις δεσμώτης
ἑκουσίως κατεδέξατο συρῆναι ὁ τῶν ἄστρων ποιητής καὶ ὑπὸ παρανόμων εἰς κρίσιν ὁ
Ὑπὲρ Νόμον τεθῆναι καὶ ἐμπτυσμοῖς καὶ γέλωσι καὶ χλεύῃ ὁ Ὑπὲρ Λόγον
καθυβρισθῆναι. Ὁ Ὑπὲρ Νοῦν ἀνόμοις χερσὶν ἐνεπαίχθη καὶ ραπίσματα καὶ μάστιγας
ὑπέμεινεν ὁ Ἀκατάληπτος καὶ ἐν τῷ Κρανίῳ ἀνυψώθη καὶ ξύλῳ αἰσχύνης ἐκρεμάσθη ὁ
πάλαι τὴν γῆν κρεμάσας ἐν ὕδασιν. Καὶ τῷ θανάτῳ παρεδόθη καὶ ἐτάφη ὡς θνητός.
Ἄπνους κατετέθη ἐν σπηλαίῳ ὁ Ἀθάνατος καὶ κατεκλίθη ὡς νεκρὸς ἐν πληγαῖς καὶ
μώλωψιν ὁ ἐν τῇ δρακὶ περιέχων τὰ σύμπαντα. Ἀπηνῶς ἔπαθεν ὁ Ἀπαθὴς καὶ σινδόνῃ
ὡς ἐν σπαργάνοις περιεβλήθη ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ὁ ἐπὶ
πτερύγων ἀνέμων περιπατῶν ὡς νέκυς ἐθεάθη κατακείμενος καὶ ὁ Ἀχώρητος παντὶ ὑπὸ
γῆν ἐσφραγίσθη. Καὶ εἰς θάνατον φυσίζοον ὁ Ἀείρυτος κατέδυ, ὁ αὐτὸς τὸ πάλαι
ἀγχίβροτος γεγώς, ἵνα τὸ ἀνθρώπειον ἀγχίθεον ἀναδύσῃ…
Ἀλλ’ ἦν τὸ Φάος - καὶ τὸ Φάος φαῖνον φαεινῶς
τὰ ἐρέβη διεσκόρπισεν. Καί, εἰ καὶ ὁ Λόγος ὅλος ἐν τῷ Ἅδῃ ἦν, οὐδόλως ἀπῆν τῶν
Ἄνω. Καὶ ἐνώσας πάλιν τὰ ἔχθει διεστῶτα, ἀνέστη, τὰ τοῦ Κευθμῶνος σκυλεύσας
βασίλεια καὶ τὰ τοῦ πολεμίου κλεῖθρα διασπαράξας καὶ τὸν θάνατον νεκρώσας καὶ
ἀφθαρτίσας τὸ βροτεῖον. Ἀνέστη ὁ Ἀπερινόητος, ὁ ἐν ὑψίστοις οἰκῶν καὶ ἐν τοῖς
κατωτάτοις κατελθών, ὁ Ἀΐδιος ὧν καὶ θνήσκων ἑκών, ὁ Πρὸ τῶν Αἰώνων γεννηθείς
καὶ τὴν Πόρνην ἐρασθείς καὶ ἐπιποθήσας ἐκ τοῦ βορβόρου ταύτην ἀναρρύσασθαι καὶ
πάλιν ἐς παρθένον μεταμεῖψαι.
Θαρσείτω τοίνυν τὸ γένος τῶν βροτῶν,
ὅτι ὁ Ἅδης ἐπικράνθη καὶ κατηργήθη καὶ σήμερον νεκρὸς οὐδεὶς ἐν τῷ μνήματι. Μηδεὶς θρηνείτω σήμερον καὶ μηδεὶς ὀδυρέσθω, ὅτι ἡ Συγγνώμη ἐκ τοῦ τάφου ἀνέτειλε. Ἡ νῦξ τηλέφωτος, τὰ
δὲ ἐρέβη τηλαυγῆ.
Σήμερον ἠγέρθη ὁ Ἀναπεσών…