μήνυμα

μήνυμα

Σάββατο 31 Αυγούστου 2019

Λόγος Α΄εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου.

Αποτέλεσμα εικόνας για άγιος ιωάννης ο χρυσόστομος
….θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει....

 

Του εν Αγίοις πατρός ημών Ιωάννου Αρχιεπισκόπου Κωνσταντινουπόλεως  του Χρυσοστόμου.

   
   Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσεβῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τον ἀστάτως κινούμενον· οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν αιώνα τὸν εἰς φθορὰν ἡμᾶς ἕλκοντα· οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα· οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη· ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη· οὐ σεβόμεθα στερέωμα· ἐκρυσταλλώθη· οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη· οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη· οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλκύσθη· οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον· οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις· οὐ λατρεύομεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ' ἀφίσταται· οὐ σεβόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει.

   Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ μόνος παλαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦσιν ἀνοσίως. Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατήτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθητευέτωσαν· συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ' Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρείαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην. Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλκευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης, ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Παλαιστίνῃ τῷ Δαγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας. Ἔλειψε τόπος, οὐκ ἔλειψε  μύσος. Διὰ τοῦτο καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ὁ Δεσπότης. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ εὐφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν».(Αμώς ε΄,21). Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Ναβουθὲ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· πανηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέῤῥιψας. Εἰς κρίσεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν, τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκεφάλισας. Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει.
   Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν. Εν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύματα, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξετέλεσεν· εἶθ' οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη· τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον δέησιν. Ω τριὰς Τριάδος κήρυξ! Ω λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς. Ήλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν Δεσπότην. Οὐ βαρεῖ με τὸ ἴχνος τοῦ Πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ' οὗτος ἡγίασε, τὸν Ἰωνᾶν ἐῤῥόφησας, τοῦτον δὲ φρίττω· τὸν Νῶε ἐκλυδώνησα, ἀλλ' οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρωπον πλάσαντι. Ποσὶ τὴν θάλασσαν ἡγίασε, τὸν οὐρανὸν τῷ θρόνῳ ἐδόξασε, τὴν γῆν τῇ φάτνῃ ἐλάμπρυνε, τὸν ᾅδην διὰ τοῦ τάφου ἐφώτισεν. Οὐκ εἰμὶ ἀγνώμων καὶ ἄψυχος· ἐπιγινώσκω ὡς στοιχεῖον τὸν ποιήσαντα· οὐ λέγω μετὰ τῶν Ἰουδαίων, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ· ἀλλὰ κράζω εὐσεβοῦσα, «Οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν». Δείξω τὰ τῆς ἐμῆς φύσεως, ἐλέγξω τῶν μιαιφόνων τὰς γνώμας, δημοσιεύσω τοῦ περιπατήσαντός με τὸ κράτος. Οὗτοι σύνδουλοι, ἐκεῖνος Δεσπότης, οὗ φόβῳ τούτους ταράττω.
   Ὁ μὲν Δεσπότης ἐν τῇ θαλάττῃ ἀβρόχως ἐβάδιζεν, οἱ δὲ πλέοντες ἐθορυβοῦντο· ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾷν παρεσκεύασεν, ὁ δὲ φιλάνθρωπος τὸ θαῤῥεῖν παρεκελεύετο λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε». Θαρσεῖτε, τὴν τῆς πίστεως ἔχοντες ἄγκυραν· εἰδωλολατρείας γὰρ σπιλὰς οὐκ ἐβύθισεν ὑμᾶς· θαρσεῖτε, Ἰουδαϊκὴ ὑμᾶς λαῖλαψ οὐ κατεπόντισε· θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει. Ἐγώ εἰμι, ὁ συνάναρχος τοῦ Πατρὸς Λόγος, τῆς ἀκτίστου ἀρχῆς ὁ κλάδος, τῆς  κοσμικῆς ἁμαρτίας ὁ ἀμνὸς, τοῦ τῶν πόλεων ναυαγίου ὁ κυβερνήτης, τῆς Ορθοδόξου Πίστεως ὁ θησαυρὸς, τῶν μαρτυρικῶν ἀγώνων ὁ βραβευτής. «Ἐγώ εἰμι, μὴ φοβεῖσθε». Ὅπου γὰρ ὁ Θεὸς πάρεστιν, ἀπελήλατο κίνδυνος χάριτι Θεοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.