Δόξα... Ἦχος πλ. α'
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες  ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε,  λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;  Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα  φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με,  ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας,  ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ  τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω,  Κύριε, καὶ προσεκύνησέ σοι. Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.
ΤΟ ΕΙΔΑΜΕ ΣΤΟ: https://www.youtube.com/watch?v=VbA8iDvgJ3Q
Δόξα... Καὶ νῦν...  Ἦχος πλ. δ'
«Δικαιοσύνης ἥλιε νοητέ, Χριστέ ὁ Θεός, ὁ τόν ἐν μήτρας τοῦ φωτός ἐστερημένον διά τῆς σῆς ἀχράντου προσψαύσεωςφωτίσας κατ᾽ ἄμφω καί ἡμῶν τά ὄμματα τῶν ψυχῶν αὐγάσας, υἱούς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· πολλή σου καί ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι».
ΤΟ ΕΙΔΑΜΕ ΣΤΟ: https://www.youtube.com/watch?v=YuVRTfw1ob0