«Δεῦρο, μάρτυς Χριστοῦ, πρὸς ἡμᾶς, σοῦ δεομένους συμπαθοῦς ἐπισκέψεως καὶ ῥῦσαι κεκακωμένους τυραννικαῖς ἀπειλαῖς καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ᾿ ἧς ὡς αἰχμάλωτοι καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου διαρκῶς διαμείβοντες καὶ πλανώμενοι ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν, πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν· παῦσον τὴν ζάλην καὶ σβέσον τὴν καθ᾿ ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος».
ΠΗΓΗ: https://www.youtube.com/watch?v=o6d0NHcuf_I
ΠΗΓΗ: https://www.youtube.com/watch?v=o6d0NHcuf_I