ΣΥΝΑΞΑΡΙ
Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.
Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.
Στίχοι
Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.
Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.Στίχοι
Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.
Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,
Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.
Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.
Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,
Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.
Θεοτοκίον
Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἦχος α΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου· δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας. Βασίλειον ἱεράτευμα, Πάτερ Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΤΟ ΕΙΔΑΜΕ ΣΤΟ: https://www.youtube.com/watch?v=1tYtSKAaFmA